Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.32 Dem. 10.36 (English) >>Dem. 10.39

10.34ἐγὼ γὰρ ὅταν τινʼ ἴδω τὸν μὲν ἐν Σούσοις καὶ Ἐγβατάνοις δεδοικότα καὶ κακόνουν εἶναι τῇ πόλει φάσκοντα, ὃς καὶ πρότερον συνεπηνώρθωσε τὰ τῆς πόλεως πράγματα καὶ νῦν ἐπηγγέλλετο (εἰ δὲ μὴ ἐδέχεσθʼ ὑμεῖς, ἀλλʼ ἀπεψηφίζεσθε, οὐ τἀκείνου αἴτια), ὑπὲρ δὲ τοῦ ἐπὶ ταῖς θύραις ἐγγὺς οὑτωσὶ ἐν μέσῃ τῇ Ἑλλάδι αὐξανομένου λῃστοῦ τῶν Ἑλλήνων ἄλλο τι λέγοντα, θαυμάζω, καὶ δέδοικα τοῦτον, ὅστις ἂν ποτʼ, ἔγωγε, ἐπειδὴ οὐχ οὗτος Φίλιππον.

10.35ἔστι τοίνυν τι πρᾶγμα καὶ ἄλλο, λυμαίνεται τὴν πόλιν ὑπὸ βλασφημίας ἀδίκου καὶ λόγων οὐ προσηκόντων διαβεβλημένον, εἶτα τοῖς μηδὲν τῶν ἐν τῇ πολιτείᾳ δικαίων βουλομένοις ποιεῖν πρόφασιν παρέχει· καὶ πάντων, ὅσʼ ἐκλείπει, δέον παρά του γίγνεσθαι, ἐπὶ τοῦθʼ εὑρήσετε τὴν αἰτίαν ἀναφερομένην. περὶ οὗ πάνυ μὲν φοβοῦμαι, οὐ μὴν ἀλλʼ ἐρῶ· 10.36οἶμαι γὰρ ἕξειν καὶ ὑπὲρ τῶν ἀπόρων τὰ δίκαιʼ ἐπὶ τῷ συμφέροντι τῆς πόλεως εἰπεῖν πρὸς τοὺς εὐπόρους, καὶ ὑπὲρ τῶν κεκτημένων τὰς οὐσίας πρὸς τοὺς ἐπιδεεῖς. εἰ ἀνέλοιμεν ἐκ μέσου καὶ τὰς βλασφημίας ἃς ἐπὶ τῷ θεωρικῷ ποιοῦνταί τινες οὐχὶ δικαίως, καὶ τὸν φόβον, ὡς οὐ στήσεται τοῦτʼ ἄνευ μεγάλου τινὸς κακοῦ, οὐδὲν ἂν εἰς τὰ πράγματα μεῖζον εἰσενεγκαίμεθα, οὐδʼ τι κοινῇ μᾶλλον ἂν ὅλην ἐπιρρώσειε τὴν πόλιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.32 Dem. 10.36 (English) >>Dem. 10.39

Powered by PhiloLogic